Objetivos

Vistas de página en total

domingo, 13 de junio de 2010

Ιλιάδα-ό Διομήδης


ἔνθ᾽ αὖ Τυδεΐδῃ Διομήδεϊ Παλλὰς Ἀθήνη 1
δῶκε μένος καὶ θάρσος, ἵν᾽ ἔκδηλος μετὰ πᾶσιν
Ἀργείοισι γένοιτο ἰδὲ κλέος ἐσθλὸν ἄροιτο:
δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ
5ἀστέρ᾽ ὀπωρινῷ ἐναλίγκιον, ὅς τε μάλιστα
λαμπρὸν παμφαίνῃσι λελουμένος ὠκεανοῖο:
τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων,
ὦρσε δέ μιν κατὰ μέσσον ὅθι πλεῖστοι κλονέοντο.


ὣς φαμένη Σθένελον μὲν ἀφ᾽ ἵππων ὦσε χαμᾶζε, 835
χειρὶ πάλιν ἐρύσασ᾽, ὃ δ᾽ ἄρ᾽ ἐμμαπέως ἀπόρουσεν:
ἣ δ᾽ ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖον
ἐμμεμαυῖα θεά: μέγα δ᾽ ἔβραχε φήγινος ἄξων
βριθοσύνῃ: δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρά τ᾽ ἄριστον.
λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη:
αὐτίκ᾽ ἐπ᾽ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους.
ἤτοι ὃ μὲν Περίφαντα πελώριον ἐξενάριζεν
Αἰτωλῶν ὄχ᾽ ἄριστον Ὀχησίου ἀγλαὸν υἱόν:
τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος: αὐτὰρ Ἀθήνη
δῦν᾽ Ἄϊδος κυνέην, μή μιν ἴδοι ὄβριμος Ἄρης.

ὡς δὲ ἴδε βροτολοιγὸς Ἄρης Διομήδεα δῖον,
ἤτοι ὃ μὲν Περίφαντα πελώριον αὐτόθ᾽ ἔασε
κεῖσθαι ὅθι πρῶτον κτείνων ἐξαίνυτο θυμόν,
αὐτὰρ ὃ βῆ ῥ᾽ ἰθὺς Διομήδεος ἱπποδάμοιο.
οἳ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες,
πρόσθεν Ἄρης ὠρέξαθ᾽ ὑπὲρ ζυγὸν ἡνία θ᾽ ἵππων
ἔγχεϊ χαλκείῳ μεμαὼς ἀπὸ θυμὸν ἑλέσθαι:
καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Ἀθήνη
ὦσεν ὑπὲκ δίφροιο ἐτώσιον ἀϊχθῆναι.
δεύτερος αὖθ᾽ ὡρμᾶτο βοὴν ἀγαθὸς Διομήδης
ἔγχεϊ χαλκείῳ: ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη
νείατον ἐς κενεῶνα ὅθι ζωννύσκετο μίτρῃ:
τῇ ῥά μιν οὖτα τυχών, διὰ δὲ χρόα καλὸν ἔδαψεν,
ἐκ δὲ δόρυ σπάσεν αὖτις: ὃ δ᾽ ἔβραχε χάλκεος Ἄρης
860ὅσσόν τ᾽ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι
ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος.
τοὺς δ᾽ ἄρ᾽ ὑπὸ τρόμος εἷλεν Ἀχαιούς τε Τρῶάς τε
δείσαντας: τόσον ἔβραχ᾽ Ἄρης ἆτος πολέμοιο.

No hay comentarios: